Ὁ Κλεόπας ἦταν ἕνας ἀπὸ τοὺς 70 μαθητὲς τοῦ Κυρίου. Γι’ αὐτὸν διαβάζουμε στὸ κατὰ Λουκᾶν Εὐαγγέλιον κδ’ 18 – 27:

18 Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;

19 Καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ,

20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.

21 Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο.

22 Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον,

23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.

24 Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.

25 Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται!

26 Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;

27 Καὶ ἀρξάμενος ἀπὸ Μωυσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.

28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι·
29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς.

Ὁ Κλεόπας, ἔλαβε κατὰ τὴν ἡμέρα τῆς Πεντηκοστῆς τὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος καὶ πέρασε τὴν ζωή του κοπιάζοντας γιὰ τὸ Εὐαγγέλιο.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Γνῶσιν ἔνθεον, εἰσδεδεγμένος, συναρίθμιος, τῶν τοῦ Σωτῆρος, Ἀποστόλων Ἑβδομήκοντα πέφηνας, καὶ εὐσεβείας τὴν χάριν ἐκήρυξας, τοῖς ἐν τῇ πλάνῃ Κλεόπα Ἀπόστολε. Ἀλλὰ πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Ὡς θεῖος Μαθητής, καὶ Χριστοῦ ὑπηρέτης, δογμάτων εὐσεβῶν, ὑποφήτης ἐδείχθης, Κλεόπα Ἀπόστολε, Ἀποστόλων ὁμόσκηνε· μεθ’ ὧν πρέσβευε, τῷ Παντοκράτορι Λόγῳ, τοῖς αἰνοῦσί σε, λύσιν πταισμάτων δοθῆναι, καὶ χάριν καὶ ἔλεος.

Μεγαλυνάριον.
Μύστης τοῦ Σωτῆρος ἀναδείχθης, διέπρεψας κόσμῳ, ὡς Ἀπόστολος εὐκλεής, Κλεόπα τρισμάκαρ, καὶ νῦν Ἀποστόλοις, τὰ ἔπαθλα κομίζῃ, τῶν παλαισμάτων σου.




Back

PayPal